Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.318 Joseph. AJ 15.322 (English) >>Joseph. AJ 15.327

15.320Σίμων ἦν Ἱεροσολυμίτης υἱὸς Βοηθοῦ τινος Ἀλεξανδρέως, ἱερεὺς ἐν τοῖς γνωρίμοις, εἶχεν δὲ θυγατέρα καλλίστην τῶν τότε νομιζομένην. 15.321ὄντος οὖν λόγου παρὰ τοῖς Ἱεροσολυμίταις αὐτῆς τὸ μὲν πρῶτον ὑπὸ τῆς ἀκοῆς τὸν Ἡρώδη κεκινῆσθαι συνέβαινεν, ὡς δὲ καὶ θεασάμενον τῆς παιδὸς ἐξέπληξεν ὥρα, τὸ μὲν ἀπʼ ἐξουσίας χρώμενον διατελεῖν ἅπαν ἀπεδοκίμαζεν ὑποπτεύων ὅπερ ἦν, εἰς βίαν καὶ τυραννίδα διαβληθήσεσθαι, βέλτιον δʼ ᾤετο γάμῳ τὴν κόρην λαβεῖν. 15.322καὶ τοῦ Σίμωνος ὄντος ἀδοξοτέρου μὲν πρὸς οἰκειότητα, μείζονος δὲ καταφρονεῖσθαι, τὸν ἐπιεικέστερον τρόπον μετῄει τὴν ἐπιθυμίαν αὔξων αὐτοὺς καὶ τιμιωτέρους ἀποφαίνων· αὐτίκα γοῦν Ἰησοῦν μὲν τὸν τοῦ Φοαβιτος ἀφαιρεῖται τὴν ἀρχιερωσύνην, Σίμωνα δὲ καθίστησιν ἐπὶ τῆς τιμῆς καὶ τὸ κῆδος πρὸς αὐτὸν συνάπτεται. 15.323

Τελεσθέντος δʼ αὐτῷ τοῦ γάμου προσκατεσκευάσατο φρούριον ἐπὶ τῶν τόπων, ἐν οἷς ἐνίκα Ἰουδαίους, ὅτε τῆς ἀρχῆς ἐκπεσόντος Ἀντίγονος ἐπὶ τῶν πραγμάτων ἦν. 15.324τοῦτο δὲ τὸ φρούριον ἀπέχει μὲν Ἱεροσολύμων περὶ ἑξήκοντα σταδίους, φύσει δὲ ἐχυρὸν καὶ πρὸς κατασκευὴν ἐπιτηδειότατόν ἐστιν ἐγγὺς ἐπιεικῶς κολωνὸς εἰς ὕψος ἀνιὼν χειροποίητον, ὡς εἶναι μαστοειδὴς τὴν περιφοράν, διείληπται δὲ κυκλοτερέσι πύργοις ὀρθίαν ἔχων ἄνοδον ξεσταῖς βαθμίσιν ἐξῳκοδομημένην εἰς διακοσίους. ἐντὸς δʼ αὐτοῦ καταγωγαὶ βασίλειοι πολυτελεῖς εἰς ἀσφάλειαν ὁμοῦ καὶ κόσμον πεποιημέναι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.318 Joseph. AJ 15.322 (English) >>Joseph. AJ 15.327

Powered by PhiloLogic